Ancient Greek
P.Iand. 3 30
Documentary Papyri, P.Iand. 3 30
Not analysed yet
Αἰλουρίωνι βασιλικῶι γραμματεῖ Ἀρσινοίτου Θεμίστου μερίδος Ἀκοῦς Μύστου καὶ Ἀμψᾶις Τιθοείους καὶ …α…ο…ου …υ ἀπὸ κώμης Θεαδελφείας τῆς αὐτῆς μερίδος ὀμνύομεν Αὐτοκράτορα Καίσαρα Νέρουαν Τραιανὸν Σεβαστὸν Γερμανικὸν Δακικὸν ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι Ὀννῶφριν καὶ Μαρρῆν ἀμφοτέρους Μάρωνος τῶν ἀπὸ τῆς αὐτῆς κώμης ε… τῶν κατʼ ἔτος ἐκφορίων καὶ σπερμάτων ὧν ἐμισθώσαντο ἐκ δημοσίου εἰς πενταετίαν ἀπὸ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους περὶ Εὐημέρειαν ἐκ τῶν ἀποκαλυφέντων ἀπʼ αἰγιαλοῦ ἐδαφῶν ἀρουρῶν δέκα δύο καὶ ἐὰν …π… …ιων ἀπαιτούμενοι μὴ ἀποδῶσιν …ἐκφορίων καὶ σπερμάτων τῆς πενταετίας καὶ τῶν ἀναγκαίων δημοσίων …ν ἀρουρῶν …ἐὰν ἀποδῶι η… Ἀκοῦς ἔγραψα ὑπὲρ τοῦ Ἀμψάιτος