Ancient Greek
P.Iand. 3 43
Documentary Papyri, P.Iand. 3 43
Not analysed yet
ὑπατείας Φλαουίου Φιλοξένου τοῦ λαμπροτάτου Φαῶφι ιζ ἰνδικτίονος δ Φλαουίῳ Σερήνῳ τῷ λαμπροτάτῳ ἀπὸ τριβούνων υἱῷ τοῦ τῆς λαμπρᾶς μνήμης Μαρτυρίου ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλία Ῥαχὴλ θυγάτηρ Αὐὰν μητρὸς Ἰργίνης κναφίσσῃ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ εἰληφέναι καὶ πεπληρῶσθαι παρὰ τῆς σῆς λαμπρότητος τὸν ἐμὸν μισθόν, ὃν ἐποιησάμην ἐργαζομένη εἰς τὴν ἐμὴν τέχνην τῶν κναφέων τῷ τῆς εὐκλείας μνήμης Παμουθίῳ γεναμένῳ ὑποδέκτῃ υἱῷ τοῦ μακαρίου Παπνουθίου τοῦ καὶ Ἄβα Κοῦτος ἀπὸ ταύτης τῆς πόλεως ὑπὲρ τοῦ ἑνὸς ἐνιαυτοῦ τὰ αἱροῦντά μοι πλήρης τοῦτʼ ἔστιν σίτου ἀρτάβας δύο ἥμισυ γίνονται σίτου β 𐅵καὶ πρὸς ἀσφάλειαν τῆς σῆς λαμπρότητος ταύτην πεποίημαι τὴν ἀπόδειξιν, ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Ῥαχὴλ θυγάτηρ Αὐὰν ἡ προγεγραμμένη πεποίημαι ταύτην τὴν ἀπόδειξιν ὡς πρόκειται πληρωθεῖσα λόγῳ μισθοῦ τοῦ ἑνὸς ἐνιαυτοῦ σίτου ἀρτάβας δύο ἥμισυ καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται καὶ ἐπερωτηθεῖσα ὡμολόγησα καὶ ἀπέλυσα. Αὐρήλιος Βίκτωρ υἱὸς τοῦ μακαρίου Ἰωάννου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. di emu …etelioth ἀπόδειξις Ῥαχὴλ κναφίσσης θυγατρὸς Αὐὰν ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως λόγωι μισθοῦ σίτου ἀρταβῶν β 𐅵.