Ancient Greek
P.Iand. 3 48
Documentary Papyri, P.Iand. 3 48
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Τιβερίου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους η ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους δ Παῦνι δ ἰνδικτίονος ιε. τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ τῆς ἐν εὐκλεεῖ τῇ μνήμῃ Ἀπίωνος γενομένου πατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχὴν Αὐρήλιος Πτωλίον υἱὸς Ἀνουθίου μητρὸς Νόννας ὁρμώμενος ἀπὸ ἐποικίου Ἀμβιοῦτος κτήματος τῆς ὑμῶν ὑπερφυείας τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφος αὐτῆς γεωργὸς χαίρειν. ὁμολογῶ εἰληφέναι παρὰ τῆς ὑμῶν ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων λόγῳ προχρείας ἐντεῦθεν ἤδη χρυσοῦ νομίσματα δύο ἰδιωτικῷ ζυγῷ γίνεται χρυσοῦ νομίσματα β ἰδιωτικῷ ζυγῷ, ἅπερ ἀκίνδυνα ὄντα ἀπὸ παντὸς κινδύνου ἐπάναγκες ἀποδώσω αὐτῇ διὰ τῶν αὐτῇ προσηκόντων ὁπόταν βουληθείης ἀνυπερθέτως κινδύνῳ τῶν ἐμοὶ ὑπαρχόντων ὑποκειμένων εἰς τοῦτο. κύριον τὸ γραμματεῖον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πτολλίων υἱὸς Ἀνουθίου ὁ προγεγραμμένος πεποίημαι τοῦτο τὸ γραμματεῖον τῶν δύο νομισμάτων τῆς προχρείας ὡς πρόκειται. Ἀναστάσιος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Anastasiu eteliothh γραμματεῖον Πτολλίωνος υἱοῦ Ἀνουθίου ἀπὸ ἐποικίου Ἀμβιοῦτος λόγῳ προχρείας χρυσοῦ νομισμάτων β ἰδιωτικῷ ζυγῷ.