Ancient Greek
P.Iand. 6 102
Documentary Papyri, P.Iand. 6 102
Not analysed yet
τῷ δεσπότῃ μου ὡς ἀληθῶς τιμιωτάτῳ πατρί μου …μων διάκων …ἐδεξάμην τὰ περὶ τῆς σῆς ὑγιείας καὶ ἀναγνοὺς πάνυ χαρᾶς ἐπλήσθην. περὶ δὲ τοῦ πράγματος οὗ μοι ἀντέγραψας, ὡς οἶδεν ὁ θεός, κατὰ τὴν παροῦσαν ἡμέραν ἐπελήλυθα εἰς τὴν κώμην· οὔπω τέως σκέψις ἐγένετο παρʼ ἡμῶν περὶ τούτου, διότι οὔπω συνέτυχον τοῖς ἐμοὶ διαφέρουσιν, ἀλλὰ θεοῦ ἐπιτρέποντος μετὰ τὴν κατασπορὰν τοῦ σίτου ἐπικαταλαμβάνω τὴν πόλιν καὶ οὕτως μεθʼ ὑμῶν τρακτεύομεν τὸ ὀφειλόμενον γενέσθαι· οἶδας γάρ, ὅτι τὰ νῦν ἀσχολοῦμεν ἕνεκεν τοῦ ἐπικειμένου ἡμῖν ἀβροχικοῦ ἐφέτος πρόσειπε παρʼ ἐμοῦ τὸν εὔφρονά σου οἶκον. περὶ δὲ τῶν δύο κολοβίων ὧν δέδωκά σοι πρὸς διάπρασιν, ἐὰν δύνῃ, πᾶν ποίησον, πώλησον· ἐὰν δὲ μὴ χωρηθῶσιν, ἀπόστειλον αὐτὰ εἰς τὴν κώμην καὶ πρόσθες καὶ τὸ στιχάριον, τὸ δὲ …ερ…ος ἐρρῶσθαί σε βούλομαι …προσαγορεύω πάντας ἀδελφούς. τῷ δεσπότῃ …πάντα θαυμασιωτάτῳ πατρικίῳ.