Ancient Greek
P.Iand. 6 104
Documentary Papyri, P.Iand. 6 104
Not analysed yet
…Ἥρωνι τῶι πατρὶ χαίρειν καὶ ὑγιαίνειν. ……γίγνωσκε δὲ ὅτι, ἐὰν μετὰ σεαυτοῦ ἐνέγκῃ τὰ ἱμάτια, κομιστέα εἰς δαπάνην Θεοδᾶ αὐτὰ ἐπὶ Σχεδίας, ἵνα μὴ ἀπορῶ. ἐὰν δὲ μὴ θέλῃς σὺ καὶ μὴ σχολάζῃς, δός τινι ἀξιοπίστωι τὰ ἱμάτια καὶ γράψον μοι, ἃ δεδαπάνηκας. …ἐπὶ τῶν ἱματίων …μοι ἵνʼ ἀποίσω αὐτ …γίγνωσκε δὲ ὅτι ἐγὼ καὶ Οὐαλέρις καὶ Σεμπρῶνις …τεθήκαμεν …πρὸ μὲν πάντων ἐπιμέλου σεαυτοῦ, ἵνʼ ὑγιαίνῃς, καὶ προσαγορεύειν τὴν μητέρα καὶ Πλούταρχον τὸν υἱὸν καὶ Σαραποῦν τὴν μικρὰν καὶ τοὺς ἐν οἴκωι πάντας. ἔρρωσο. ἔτους …Τιβερίου Καίσαρος Σεβαστοῦ, Μεσορὴ κθ. …ἐποίησα ᾗ δύναμαι …διʼ ἣν ποιήσω …δυσδυναμίαν