Ancient Greek
P.Iand. 6 115
Documentary Papyri, P.Iand. 6 115
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Εὐδαίμονι πολλὰ χαίρειν καὶ εὖ πράττειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ ὁλοκληρεῖν παρʼ οἷς ἐπιξενοῦμαι θεοῖς. ἐπεὶ μακράν σου γέγονα, μεριμνᾷς περὶ τῆς φιλίας ἡμῶν. ἐγὼ δὲ οὐδὲν πέπονθα εἰς ὄνομα τῆς φιλίας ἡμῶν· ἐὰν γὰρ ἀκούσω τὸ ὄνομά σου, οὐκ ἀμελῶ. πᾶν οὖν ποίησον, κύριέ μου ἄδελφε, σπούδασαι ὧδε ἐλθεῖν Ἱέραξ …ἀσπάζομαι …κατʼ ὄνομα …ἐρρῶσθαί σε εὔχομαι …κυρίῳ μου ἀδελφῷ …