Ancient Greek
P.Iand. 7 134
Documentary Papyri, P.Iand. 7 134
Not analysed yet
Πετειμούθει κωμογραμματεῖ Εὐημερίας παρὰ Βατράχου τοῦ Ἀπολλωνίου ἐπεὶ παρακεχώρηκα Ἀπολλωνίωι Ἁρμιύσιος ἀπὸ τοῦ λε ἔτους ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῆς ἀναγραφομένης εἰς ἐμὲ περὶ τὴν αὐτὴν κώμην βασιλικῆς γῆς ἄρουρας ε, ὧν γείτονες νότου Πολυκράτου …ρ… κλῆρος, ἀνειλημμένος δὲ εἰς τὸ βασιλικόν, βορρᾶ γύης, λιβὸς Πνεφερσόιτος βασιλικὴ γῆ, ἀπηλιώτου Ὀννώφριος βασιλικὴ γῆ, ἀξιῶ οὖν ἀναγράψασθαι εἰς αὐτὸν τὴν γῆν, ὡς καθήκει. εὐτύχει. ἔτους λδ Μεσορὴ κδ.