Ancient Greek
142.2.6 to 142.3.11
Documentary Papyri, P.Iand. 7 142.2.6-142.3.11
Not analysed yet
ἄλλου τόπου γεωργουμένου ὑπὸ Τιτοέους Ἡρακλείδου, ἐν ᾧ ἐλάϊνα φυτὰ καὶ ἐπὶ τοῦ ὑδραγωγοῦ τοῦ …ἐλάϊνα φυτὰ θ, ἄκανθαι γ, ὁμοίως. ἄλλου τόπου γεωργουμένου ὑπὸ Ψενατύμιος υἱοῦ ἄλλου μητρὸς …ο, ἐν ᾧ ἐλάϊνα φυτὰ γ καὶ φοίνικες καὶ ἐρεόξυλα καὶ ἐρίκια καὶ ἕτερα ἀκρόδρυα, ἡ ἐπίσκεψις ὁμοίως. ἄλλου τόπου γεωργουμένου ὑπὸ τοῦ αὐτοῦ Ψενατύμιος υἱοῦ ἄλλου ἐν ᾧ ἐλάϊνα φυτὰ καὶ φοίνικες καὶ ἄκανθαι, ἡ ἐπίσκεψις ὁμοίως. ἄλλου τόπου κριθ γεωργουμένου ὑπὸ Καμέους Πετεπνούθου, ἐν ᾧ ἐλάϊνα φυτὰ καὶ φοίνικες καὶ ἄκανθαι καὶ ἕτερα ἀκρόδρυα, ἡ ἐπίσκεψις ὁμοίως. ἄλλου ἀμπελικοῦ τόπου γεωργουμένου ὑπὸ Ψενατύμιος Ὥρου υἱοῦ ἄλλου ἡ ἐπίσκεψις ὁμοίως. ἄλλου ἀμπελικοῦ τόπου γεωργουμένου ὑπὸ Πετχῶντος Ε…ιο μητρὸς Αὐρηλίας Ὀννούφιος, ἐν ᾧ φοίνικες καὶ ἕτερα ἀκρόδρυα, ἡ ἐπίσκεψις ὁμοίως. ἄλλου τόπου γεωργουμένου ὑπὸ Παράμωνος Ἡρακλίδου μητρὸς Ταχώσιος, ἐν ᾧ ἐλάϊνα φυτὰ καὶ φοίνικες καὶ ἄκανθαι καὶ ἕτερα ἀκρόδρυα, ἡ ἐπίσκεψις ὁμοίως. ἄλλου τόπου κριθ γεωργουμένου ὑπὸ υἱοῦ ἄλλου Ἡρακλίδου μητρὸς Ταχώσιος, ἐν ᾧ ἄμπελοι, ἡ ἐπίσκεψις ὁμοίως. ἄλλου ε… τόπου γεωργουμένου ὑπὸ Μων… Ἥρωνος μητρὸς Ταχώσιος, ἐν ᾧ ἄμπελοι καὶ ἐλαῖαι καὶ φοίνικες καὶ ἄκανθαι καὶ ἕτερα ἀκρόδρυα, ἡ ἐπίσκεψις ὁμοίως. ἄλλου ἀμπελικοῦ τόπου γεωργουμένου ὑπὸ Καμέους Πετεπνούθου, ἐν ᾧ ἐλάϊνα φυτὰ καὶ φοίνικες καὶ ἕτερα ἀκρόδρυα, ἡ ἐπίσκεψις ὁμοίως. ἄλλου ἐλαΐνου φυτῶνος ὄντος ἐφʼ ὑδραγωγοῦ ον…ος κριθ ἐδάφεσι τη… ἐξετάσεω, ἐν οἷς διεσκορπισμένοι φοίνικες, ὁμοίως ὑπὸ τῶν προγεγραμμένων ἡ ἐπίσκεψις ὁμοίως. ἑνὸς μὲν τόπου γεωργουμένου ὑπὸ Πτόλλιδος Ψενατύμιος ἡ ἐπίσκεψις· ἐξ ὑπολόγου ἀκάρπου. ἑτέρου γεωργουμένου ὑπὸ Τιτοέους Ἥρωνος μητρὸς Ταχώσιος ἡ ἐπίσκεψις· ὅλον ἐξ ὑπολογοῦ ἀκάρπου ὁμοίως ἄλλου τόπου γεωργουμένου ὑπὸ Ἀμωνίου Ἥρωνος μητρὸς Τεκώσιος. τόποι αϛ . κγ ἔτους ἐδηλώθη προσγίνεσθαι …κριθῆς ἀρτάβας μϛ, ἀκροδρύων δραχμὰς η, ἐλαίου χο …,οἴνου …γ, α ἔτους ὁ κωμογραμματεὺς προσεφώνησεν …ω …τοῦ αὐτοῦ Ἡρακλείδου ……Παράμωνος …καμηλών, οὗ γείτονες …ἀμπελων …ἕτερα …τοῦ αὐτοῦ …ἑτέρου …