Ancient Greek
P.IFAO 1 1
Documentary Papyri, P.ifao 1 1
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Λώιου ἕκτηι καὶ εἰκάδι Φαῶφι ἕκτηι καὶ εἰκάδι. ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Αὐνῆς Ἀφροδισίου ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ μετώπωι ἐπʼ ἀριστερῶν Ἱππάλωι Ἡρακλήους ἀπὸ Θεογονίδος γεωργῶι Πέρσηι τῆς ἐπιγονῆς ὡς ἐτῶν ἑξήκοντα τριῶν οὐλὴ γόνατι δεξιῶι τὸν ὑπάρχοντα τῶι Αὐνῆτι περὶ Θεογονίδα τῆς Πολέμωνος μερίδος κλῆρον κατοικικὸν ἀρούρας πέντε ἢ ὅσαι ἐὰν ὦσιν ἐν μιᾷ σφραγίδι ἐν τῶι Δισειερωι λεγομένωι εἰς ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, τοῦ μὲν πρώτου καὶ ἐσχάτου ἔτους εἰς πυροῦ σπορὰν ἐκφορίου τοῦ παντὸς καθʼ ἔτος σὺν σπέρμασι αἷς λήμψεται ὁ Ἵππαλος παρὰ τοῦ Αὐνήους πυροῦ ἀρτάβας πέντε τοῦ παντὸς πυροῦ ἀρταβῶν ἑξήκοντα …ρι…αι…ον δεκα…ν, τοῦ δὲ δευτέρου ἔτους εἰς χόρτου σπορὰν ὡς τῶν τοῦ Αὐνήους, τοῦ Αὐνήους χορηγοῦντος ἑαυτῷ σπέρματα, τοῦ δὲ Ἱππάλου τους ποτισμοὺς καὶ χωματισμοὺς καὶ τὴν ἐπιμέλειαν τῶν χλωρῶν ποιουμένου τὰ δὲ ἐκφόρια ἀποδώτω ὁ μεμισθωμένος τῶι Αὐνήτι καθʼ ἔτος α… ἐν μηνὶ Παῦνι καθεσταμένας εἰς …,τοῦ Ἱππάλου χορηγοῦντος τὰ φόρετρα μέτρωι ἑξαχοινίκωι θησαυροῦ π…ρου τοῦ ἐν Θεογονίδι. τὰ δὲ ἐκφόρια μετρήσει καθʼ ἔτος κοινος μετρη… εὐαρεστοῦντα. τὰ δέ ἔργα πάντα τοῦ κλήρου καὶ τοὺς καθήκοντας χωματισμοὺς καὶ ποτισμοὺς καὶ βοτανισμοὺς ἐργασάτωι ὁ μεμισθωμένος καθʼ ἔτος τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιούμενος καὶ μετὰ τὸν χρόνον παραδώσει ὁ μεμισθωμένος τὸν κλῆρον καθαρὸν ἀπὸ θρύου ἀγρώστεως πάσης δ…τον δε…υγρ…τω…εξ…ης τῆς πράξεως τῶι Αὐνῆτι ἢ τοῖς παρʼ αὐτοῦ ἔκ τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐκ δίκης καὶ βεβαιοῖ ὁ Αὐνῆς καθʼ ἔτος τὴν μίσθωσιν ἀπὸ δημοσίων …ων καὶ παντὸς εἴδους. ὑπογραφεὺς τοῦ Ἱππάλου …κτου ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ μετώιπῳ μέσῳ …Αὐνῆς Ἀφροδισίου μεμίσθωκα καὶ βεβαιώσω τὴν μίσθωσιν καθὼς πρόκιται Ἵππαλος Ἡρακλήωι Πέρσης τῆς ἐπιγονῆς μεμίσθωμαι παρὰ Αὐνήους τοῦ Ἀφροδισίου ἐπὶ πᾶσι τοῖς προκειμένοις καὶ βεβαιῶ καθὼς πρόκειται. ἔγραψεν πε…αυ… …διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα ἔτους ιδ Τιβερίου Καίσαρος Σεβαστοῦ Φαῶφι κϛ …