Ancient Greek
P.IFAO 2 17
Documentary Papyri, P.ifao 2 17
Not analysed yet
Ἥρων Πτολλαρίωνι τῷ φιλτάτῳ χαίρειν. τὸ ἀσπούδαστόν σου οὐ νῦν ἔμαθον ἀλλὰ καὶ ἐκ τότε ἀφʼ οὗ μοι ἔλεγες πέμπειν τὰ ξύλα. ἀλλὰ καὶ νῦν πειράθητι, κύριε, διαπέμψασθαί μοι τὰ ἐριδια καὶ τοὺς χήνας. ἀνάγκασον Ἀμᾶτιν πέμψαι καὶ τὰ ξύλα. ἐὰν δὲ μὴ εὕρῃς ἓξ ἐκείνων τῶν ἐρίων, δείξαιμοι κρείσσονα. ἐπισκοποῦμαι σου τὴν ἀβάσκαντον σύμβιον. ἔρρωσο. Πτολλαρίωνι