Ancient Greek
P.IFAO 2 37
Documentary Papyri, P.ifao 2 37
Not analysed yet
Ἀσκλᾶς Σεραπίωνι τῷ ἀδελφῷ πολλὰ χαίρειν. πρὸ τῶν ὅλων ἐρρῶσθαί σε εὔχομαι σὺν οἷς θέλεις. γεινώσκειν δέ σε θέλω ὅτι ἀκούσας παρὰ πολλῶν φίλων ὅτι με μέμφῃ περὶ τοῦ ἀβασκάντου σου παιδίου καὶ ὅτι διʼ ἐπιστολῆς μοι ἐδήλωσας μεμφόμενός με. νὴ τὸν γὰρ κύριον Σάραπιν καὶ τὸν Ἥφαιστον ἀπόδος Σεραπίωνι