Ancient Greek
P.IFAO 2 40
Documentary Papyri, P.ifao 2 40
Not analysed yet
Σουηροῦς Σαραπίωνι καὶ Χαιρήμωνι τοῖς κυρίοις καὶ υἱοῖς πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαι ὑμᾶς ὑγιαίνειν καὶ διὰ παντὸς ἐρρῶσθαι σὺν τῷ ἀδελφῷ ὑμῶν. κόμισαι παρὰ τοῦ ἀναδιδόνντος σοι τὸ ἐπιστόλιον τὴν σφραγῖδα ὡς ἔγραψας καὶ σφραγίδια δ ὡς ἔγραψας. ἄσπαζε τοὺς φιλοῦντας ἡμᾶς πάντας κατʼ ὄνομα. παρακαλῶ ὑμᾶς ὑπὸ χεῖρα μοι γράψαι περὶ τῆς ὑγιείας ὑμῶν. ἐγὼ γὰρ δυσκόλως εὑρίσκω εἴ τίς μοι γράψῃ. ἔρρωσο. …ἀπόδος Σαραπίωνι Χαιρήμωνι ἀπὸ Σουηροῦτος μητρὸς.