Ancient Greek
P.Jena 2 17
Documentary Papyri, P.Jena 2 17
Not analysed yet
ὑπατείας Φλαουίου …τοῦ ἐνδοξοτάτου Παῦνι …θ ἰνδικτίωνος Φλάυιος Ταυρῖνος Ἰωάννου ἀναφερόμενος εἰς τὸν ἀριθμὸν τῶν γενναιοτάτων Μαύρων τῶν ἐπὶ τῆς Ἑρμουπολιτῶν καθιδρυμένων Φλαυίῳ Μακαρίῳ Δημητρίου καὶ αὐτῷ ἀναφερομένῳ εἰς τὸν προλεχθέντα γενναιότατον ἀριθμὸν χαίρειν. ὁμολογῶ ὀφείλειν σοι καὶ χρεωστεῖν ὑπὲρ ……ων ἀννωνῶν …ντ… ἰνδικτιόνων τοῦ ἐμοῦ χρέους …κεφαλαίου χρυσοῦ νομισμάτια δεσποτικὰ δόκιμα τρία παρὰ κεράτια δεκαοκτώ γίνεται χρυσοῦ νομίσματα γ παρὰ κεράτια ιη καὶ ταῦτα ἑτοίμως ἔχω παρασχεῖν σοι ἐπὶ τρισὶ καταβολαῖς οὕτως τουτέστιν ἀπὸ Ἐπεὶφ μηνὸς τῆς παρούσης ἐνάτης ἰνδικτίονος ἕως τεταρτ… ε…σ… ἀτοκὶ ἀνυπερθέτως καὶ χωρὶς πάσης ἀντιλογίας καὶ κρίσεως καὶ δίκης καὶ εὑρησιλογίας ὑποκειμένων σοι εἰς τοῦτο τὸ χρέος πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγ-μάτων γενικῶς καὶ ἰδικῶς καθάπερ ἐκ δίκης. τὸ γραμματεῖον τοῦτο κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλάουιος Ταυρῖνος Ἰωάννου στρατιώτης ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμματεῖον καὶ πείθομαι πᾶσι ὡς πρόκειται. Φλάουιος Ὡρουώγχιος …ο…κ… μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου Φλάουιος Θεόδωρος …μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου δι’ ἐμοῦ Ἑρμοῦ ἐγράφη. …