Ancient Greek
P.Kellis 1 15
Documentary Papyri, P.Kellis 1 15
Not analysed yet
Φλαυίῳ Δομιτίῳ Ἀσκληπιάδῃ τῷ λαμπροτάτῳ κόετι φλαυιαλίῳ ἡγεμόνι παρὰ Αὐρηλίου Ψάιτος Πετεμίνιος ἀπὸ κώμης Κέλλεως τοῦ Μωθίτου νομοῦ χαίρειν. οἵ τε ἀπαιτηταὶ καὶ οἱ ἐπικριταὶ τοῦ πραγματευτικοῦ χρυσαργύρου ὑποβάλλοντες δέκα ἀπὸ τῆς αὐτῆς κώμης ὥστε τούτοις ἐνχειρισθῆναι τὴν ἀπαίτησιν καὶ διʼ αὐτῶν γενέσθαι ε…ε …ξαν καὶ το…· ἐγὼ δὲ φυλαττόμενος μή ποτε τι…οιντο καὶ εὑρεθῶ ἐγκαλούμενος ἀλλότριος παντελῶς τούτου τοῦ πράγματος ἐγενόμην, περὶ δὲ τοῦ πᾶσι τοῦτο φανερὸν γενέσθαι καὶ …ἀναίτιον μηδὲ ὑπεύθυνον δοκεῖν δημοσίᾳ προτίθημι ἀσφαλιζόμενος καὶ ὑπ…ων ὅτι ο… …ου ἡ ἀπαίτησις …γένηται ο… κεκοινώνηκα τοῖς …σεις πρα…. τὸ καθόλου. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ θ καὶ Κλαυδίου Ἰουλιανοῦ Καίσαρος τὸ δεύτερον …