Ancient Greek
P.Kellis 1 24
Documentary Papyri, P.Kellis 1 24
Not analysed yet
…τάξεως τοῦ κυρίου μου διασημοτάτου δουκὸς παρὰ τῶν ἑξῆς ἀπὸ κώμης Κέλλεως τοῦ Μωθίτου νομοῦ. ἐπεὶ κατʼ ἀπέχθειαν καὶ κατʼ ἔχθραν Ἁτρῆς …Οὐώνσιος πρεσβυτέρου καθολικῆς ἐκκλησίας ὢν διε…μεν τοῦτο οὐκ ἐγένετο, ὁμολογοῦμεν ὄμνυντες τὸν παντοκράτορα Θεὸν καὶ τὴν εὐσέβειαν τῶν πάντα νικῶντων αἰωνίων δεσποτῶν· ἀποστάντες τῆς ἀπονοίας μηδὲ ἀκούσαντές ποτε εἶναι ἐπὶ τῆς ἡμετέρας κώμης ἐπαγγέλλομεν ἡμεῖς τὸν …ἀσφαλισμὸν πρὸς τὸ μηδεμίαν ὄχλησιν παθεῖν ἀλόγως τὸν προειρημένον Γενᾶ ἐν τῇ εὐμενείᾳ τῶν εὐτυχεστάτων τούτων καιρῶν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ ε καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Αὐρήλιοι Παμῖνις πρεσβύτερος καὶ Πκουρ…ς διάκονος καὶ Χῶλος ἄλλος καὶ Ψενπνούθης …ι καὶ Ψάις Τρυφάνους καὶ Τιμόθεος Λούδωνος καὶ Λούδων Λ… ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Αὐρήλιος Σαραπάμμων Ψάιτος ἀπὸ τῆς αὐτῆς κώμης. Αὐρήλιοι …καὶ Πεβῶς Τιθοῆτος καὶ …ριων ἀδελφὸς καὶ …Τιθοέους καὶ Τιθοῆς ἀδελφὸς καὶ Γενειλος …νος καὶ …Βησᾶτος Ψάιτος καὶ Ἀμπέλιος Ἀκουτίου. ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Αὐρήλιος Παμοῦρις Ψάιτος ἀπὸ τῆς αὐτῆς κώμης. Αυρήλιος Καπίτων Κόρακος καὶ Ὧρος …ἔγραψεν ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα Αὐρήλιος Τιμόθεος Τιμοθέου ἀπὸ τῆς αὐτῆς κώμης …καὶ Μάρων ἀδελφὸς καὶ Κλώδιος ὁμοίως καὶ Ψενοῦφις ὁμοίως ὁ καὶ Βῆσας καὶ …καὶ …καὶ Τιθοῆς Σπου…μ καὶ Πινοῦτα Γενᾶ Χώλου Ταα καὶ Τιθοῆς …καὶ …ὁ καὶ Παταιᾶς καὶ Ψάις ἀδελφὸς καὶ Πεβῶς Καλλικλέως. ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Αὐρήλιος Σῦρος Βησᾶτος ἀπὸ κώμης Κέλλεως. …τινος ἐπιδεδώκαμεν ……Αὐρήλιος Τῖς. …