Ancient Greek
P.Kellis 1 36
Documentary Papyri, P.Kellis 1 36
Not analysed yet
……μ… καὶ ἀπέχω τὴν τιμὴν …διὰ χειρὸς πλῆρες. εὐδοκῶ καὶ πέπεισμαι καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει πρὸς τὸ ἀπὸ τοῦ νῦν ἐπικρατεῖν καὶ κυριεύειν σε τὸν ὠνούμενον τῶν πεπραμένων …καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν ᾧ ἂν αἱρῆται τρόπῳ, τῆς βεβαιώσεως ἐξακολουθούσης μοι τῷ ἀποδομένῳ ἀπὸ πάντος τοῦ ἐπελευσομένου …ὑπατείας τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ πατρὸς τῶν βασιλέων τὸ ι καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Σεβαστοῦ τὸ ζ Αὐρήλιος …ὁ προκείμενος πέπρακα …ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔγραψεν ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος …ἀπὸ …