Ancient Greek
P.Kellis 1 43
Documentary Papyri, P.Kellis 1 43
Not analysed yet
……ἀπὸ κώμης ……καταμένοντι ἐν κώμῃ Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδανεῖσθαι παρὰ σοῦ εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν ἀργυρίου ταλάντων μυριάδα ……ια κεφαλαίου καὶ παρέξω σοι ὑπὲρ λόγου ἐπικερδίας τούτων κατὰ μῆνα ἕκαστον ἀργυρίου τάλαντα δ… …ντων ἀργυρ… …πρὸς τὸ παρὸν η… λογιζομένου τοῦ χρόνου ἀπὸ μηνὸς ……τῆς ἐνεστώσης …ἰνδικτίονος ἄχρι ἀποδόσεως τοῦ κεφαλαίου, ἃ καὶ ἀποδώσω χωρίς τινος ὑπερθέσεως καὶ πάσης ἀντιλογίας ὁπόταν βουληθῇς ……μυριάδας ……γίνεται ταλάντων μυριάδες δ ……ησομένων ……τοῦ χρόνου ὑποτίθεμαι ……ον μέρος ἐπιβαλλ ……ρου ἐγγὺς τῆς οἰκίας ……α καταντικρὺ ἐμοῦ ……ἐλθὸν εἰς ἐμὲ ἀπὸ κληρονομίας τῆς ἀπογενομένης μου γυναικὸς Ταυριος ……ἐπʼ ἀσφαλείας τῆς ὀφειλῆς …τῶν προκειμένων ἀργυρίων σου. τόδε τὸ χειρόγραφον ἐξεδόμην σοι πρὸς σὴν ἀσφάλειαν κύριον …πλοῦν γραφὲν καὶ βέβαιον καὶ ἔννομον ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τοῦ δεσπότου ἡμῶν …τοῦ αἰωνίου Αὐγούστου τὸ γ καὶ Φλαουίου …τοῦ λαμπροτάτου, ἰνδικτίονος …Αὐρήλιος …ὁ προκείμενος ἔσχον ……ταλάντων μυριάδα ……ταχου καὶ ἀποδώσω ὡς πρόκειται. ἔγραψεν Αὐρήλιος Πεβῶς ἀπὸ κώμης Κέλλεως οἰκῶν ἐν Ἀφροδίτης κώμῃ ἀξιωθεὶς ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.