Ancient Greek
P.Kellis 1 68
Documentary Papyri, P.Kellis 1 68
Not analysed yet
κυρίῳ μου υἱῷ Ἠλίᾳ Ψάις χαίρειν. ἀσπάζομαί σε πολλὰ καὶ τὰς κυρίας μου θυγατέρας μετὰ τῆς μητρὸς αὐτῶν εὐχόμενος ὑγιαίνειν, γράμματά σου μὴ δεξάμενος διὰ τοσούτου χρόνου διὰ τὸ ἀνῆκόν σοι πρᾶγμα περὶ Πακύσιος. κεὶ τελέως ὁ ἄλλος ἀπήλλαξέν σε. θαυμάζω ὅπως μὴν ἐσχόλασας ἀπελθεῖν εἰς Μεσοβὴ …ιοις…ν οἰκοδομησα… …λείου …ανες… …κ… μὴ ἀφανίσθη… ξύλου σχιστοῦ ὡς καὶ ἐξ…επει…ασαν. μὴ ἀμελήσῃς τῶν ἐν τοῖς νοτίνοις πράγμασι καὶ νομίζω ὅτι σὺν θεῷ ὑμᾶς καταλαμβάνω. εἰ γράμματα λάβοιμι τοῦ κυρίου μου γεούχου ἢ ἐὰν μὴ γράψῃ ὡς χρείαν μου ἔχοντος, ἐλεύσομαι. περὶ ὧν θέλεις γράφε μοι. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ἐν συστάσει ἔχε τοὺς ἀδελφούς σου.