Ancient Greek
P.Kellis 1 7
Documentary Papyri, P.Kellis 1 7
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Γενᾷ Παταιᾶτος Ἁρποκρατίων χαίρειν. ἀσπάζομαι πολλά σε μετὰ τῶν παρὰ σοὶ ἀδελφῶν κατʼ ὄνομα εὐχόμενός σε ὁλοκληρεῖν· ἀξιωθεὶς μὴ ἀμελήσῃς ὑπὲρ οὗ ἠξίωσά σε παρόντα καὶ τάχιον ἀποστεῖλαί μοι διά τινος πεπιστευμένου τὸ δελματίκιόν μου· ὑπόδειξον δέ μοι, ἢ χοι… …ὑποδειξ… …περὶ ὧν βούλει γράψον μοι ἡδέως ἔχοντι …ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. τὸν ἀδελφὸν Γελάσιον καὶ Πανχάριον καὶ Ἀνου πολλὰ ἀπʼ ἐμοῦ πρόσειπε. κυρίῳ μου ἀδελφῷ Γενᾷ Παταιᾶτος Ἁρποκρατίων …