Ancient Greek
P.Kellis 1 78
Documentary Papyri, P.Kellis 1 78
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Εὐμαθίῳ Σῖρις χαίρειν. αὐτῆς ὥρας λαβών μου τὰ γράμματα ἀπαίτησον ἀπὸ γεωργῶν ὑπὲρ κριθῶν, φοινίκων ἀργυρίου τάλαντα δισχίλια, γίνεται τάλαντα Β, καὶ δὸς τῷ ἀδελφῷ Ἠλίᾳ. ἀλλὰ μὴ ἀμελήσῃς· δὸς αὐτῷ. ἐρρῶσθαί σʼ εὔχομαι, ἄδελφε, πολλοῖς χρόνοις. Παχὼν ϛ ε ἰνδικτίωνος. κυρίῳ μου ἀδελφῷ Εὐμαθίῳ Σῖρις