Ancient Greek
P.Köln 10 413
Documentary Papyri, P.Köln 10 413
Not analysed yet
Πολεμαίωι ἰσοτίμωι τοῖς πρώτοις φίλοις καὶ στρατηγῶι παρʼ Ἀλεξάνδρου καὶ τῶν μετόχων ἐκ κώμης Θμοιναυσίρεως. ἀδικούμεθα ὑπὸ Στράτωνος καὶ Ἡρακλείδου ἀμφοτέρων Δράκοντος τῶν Διονυσίου κατοίκων ἱππέων. παραληφθέντων γὰρ ἡμῶν ἀντλεῖν ἐν τῶι ἑαυτῶν ἀμπελῶνι περὶ Θμοιναυσῖριν, ἐφʼ ὧι χωρὶς τοῦ μετρήματος δώσουσί τισιν μὲν ἡμῶν οὖσι ε τακτομισθίαν ἑκάστωι …ιε, τοῖς δʼ ἄλλοις δύσι ἑκάστωι ιβ τὰς τε συναγομένας …ϙθ καὶ μέτρημα μηνῶν β ἀνὰ β μετρήματα κη καὶ ὀψώνιον μηνῶν γ ἀνὰ δραχμὰς τ δραχμὰς …Βω, ὀφείλοντες οὐκ ἀποδιδόασι πλεονάκι ἀπηιτημένοι ἡμῶν τὸν ἀντλητὸν ἐκπεπληρωκότων. διὸ ἀξιοῦμεν σὲ μετὰ δεήσεως καὶ αὐτοὶ ὀφείλοντες ἑτέροις μεταπεμψάμενον αὐτοὺς ἐπαναγκάσαι τὰ δίκαια ἡμῖν ποιῆσαι, ἵνα τύχωμεν μεγίστης βοηθείας. εὐτύχει. προσκαλέσασθαι. ἔτους κη Μεσορὴ ιζ.