Ancient Greek
P.Köln 13 519
Documentary Papyri, P.Köln 13 519
Not analysed yet
Ἰναρῶς φυλακίτης Τιλώθεως Πτολεµαίωι τῷ παρ’ Ὥρου τοῦ τοπογραµµατέως χαίρειν. παρείληφα παρὰ σοῦ Πετῶυν κωµογραµµατέα Ταγχάεως, ὃν καὶ ἀποκαταστήσω ἐπὶ Διονύσιον τὸν βασιλικὸν γραµµατέα τῆι τοῦ Μεχείρ, ἢ ἀποτείσω πάντα τὰ ἐπικληθησόµεν’ αὐτῶι. ἔρρωσο. ἔτους κγ Μεχεὶρ …ἐγγύη Πετῶτος κωµογραµµατέως