Ancient Greek
P.Köln 13 521
Documentary Papyri, P.Köln 13 521
Not analysed yet
……τα…ρ… …ρπα…μενος πα… Γλαύκωνι τῶι α… τοῦ τάγματος ……εεως ἔδωκα …τ… Πετεήτιος τὸν θησαυροφυλακοῦντα Ὀνῶσιν ἔκδοχον ὡς ἀπομετρήσοντός μου αὐτῶι τὰς λ ἀρτάβας τῶν πυρῶν. ἐπεὶ οὖν ἀναγκαζόμενος ἕως τοῦ σοὶ ἐμφανίσαι περὶ τούτων δέδωκα ἔκδοχον, ἀξιῶ σέ, εἰ σοὶ φαίνεται, γράψαι Πατρόκλωι μὲν τῶι ἐπιστάτηι ἀποστεῖλαι τὸν Πτολεμαῖον ἐπὶ σὲ διακριθησόμενόν μοι, Νικάνορι δέ, τῶι τῆς κώμης ἐπιστάτηι, μὴ ἐπιτρέπειν αὐτῶι πράσσειν τὸν ἔκδοχον ἕως κρίσεως, ἵν’ ἐπισκεψαμένου σοῦ, ἐὰν φαίνωμαι μὴ πλέον τοῦ τετάρτου κατανενεμηκώς, μὴ ἐπιτρέπῃς αὐτῶι ζημιοπρακτεῖν με. τούτου γὰρ γενομένου τεύξομαι διὰ σὲ τοῦ δικαίου. εὐτύχει Πατρόκλωι· ὡς καθήκει διεξαχθήτω. Νικάνορι ὁμοίως