Ancient Greek
P.Köln 13 529
Documentary Papyri, P.Köln 13 529
Not analysed yet
Δημητρίωι στρατηγῷ καὶ οἷς ἄλλοις …καθήκει παρὰ Σαραπίωνος Ὀννώφριος τοῦ Σαραπίωνος μητρὸς Ταναρωοῦτος Σαραπίωνος τῶν ἀπ’ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα ὑπὸ Ῥαμμίου Μαρτιάλιος τοῦ κρατίστου ἡγεμόνος ἀπογράφομαι πρὸς τὴν τοῦ διελθόντος β ἔτους Ἁδριανοῦ Καίσαρος ἀπογραφὴν τὰ ὑπάρχοντά μοι καὶ τῇ ὁμογνησίᾳ μου ἀδελφῇ Ταορσεῦτι ἐπὶ… ἀμφόδου …δρόμου μέρη ……επ… …ου καὶ …σι… …Χηνοβοσκῶν καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Τραιανὸν Ἁδριανὸν Σεβαστὸν ἐξ ὑγιοῦς καὶ ἐπ’ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν καὶ μήτ’ ἐπίξενον μήτε Ῥωμαῖον μήτ’ Ἀλεξανδρέα μήτ’ ἀπελεύθερον μήτ’ Αἰγύπτιον μηδ’ ἄλλον μηδένα οἰκεῖν ἢ ἀπογράφεσθαι ἔξω τῶν προγεγραμμένων ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παχὼν ζ. …