Ancient Greek
P.Köln 14 572
Documentary Papyri, P.Köln 14 572
Not analysed yet
Ἱέραξ στρατηγὸς Ὀξυρυγχείτου διὰ Περικλέους βασιλικοῦ γραμματέως διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν γραμματεῖ πόλεως· βιβλιδίων δοθέντων μοι ὑπὸ Ἡρᾶτος Σαραπίωνος τὸ ἴσον σοι ἐπιστέλλεται διὰ Ἀπολλωνίου ὑπηρέτου ὅπως τῷ ἰδίῳ κινδύνῳ τοῦ δηλουμένου ἀφήλικος ἐπίτροπον ἀναδῷς, μάλιστα μὲν τῶν πρὸς γένους, εἰ δὲ μή, εἶεν τῶν ἔξωθεν, πρὸς τὸ μηδὲν τῶν τῷ ἀφήλικι διαφερόντων παραπολέσθαι. σεσημείωμαι. ἔτους …Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ ιϛ. Περικλεῖ βασιλικῷ γραμματεῖ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Ἡρᾶτος Σαραπίωνος μητρὸς Ἰσᾶτος ἀπʼ Ὀξυρύγχων πόλεως …Θεωνᾶς Ἀπίωνος ἀπὸ τῆς αὐτῆς πόλεως φιλος… …α… Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Μεσορὴ ιε. --Ἡρᾶς Σαραπίωνος ἐπιδέδωκα. Ἀπολλώνιος ὑπηρέτης ἐπήνεγκα.