Ancient Greek
P.Köln 15 594
Documentary Papyri, P.Köln 15 594
Not analysed yet
Μαχάται ἐπιστάτηι Τάνεως παρ’ Ὀννώφριος ἐνταφιαστοῦ τῶν ἐκ τῆς αὐτῆς κώμης. τεχθέντων τινῶν αἰλουρίων ἐν τῆι οἰκή- σει μου καὶ τῆς μητρὸς μὴ παραγινομένης πρὸς αὐτὰ παραγενηθεὶς εἰς τὸ Βουβαστεῖον ἠξίουν τοὺς σώμφεις παραγεναμένους μετενέγκαι εἰς τὸ Βουβαστεῖον. οὐ πα- ραγινομένων δὲ, ἀλλὰ παραφερόντων συνέβη τρεφομένων ὑπὸ μοῦ γάλακτι ἐν οἰ κ… ἁρπαγῆναι ὑπὸ αἰλούρου ἄρσενος καὶ κατ αφέρεσθαι ἐκ τῆς οἰκήσεως εἰς τὴν πλατεῖαν. ἐπικαταδραμόντος δὲ μοῦ καὶ βοῶντος τοῖς παροῦσι καὶ ἀκούουσιν ἐπιβοηθεῖν, οὕτως περιστάντες μόλις ἓν αἰλούριον ἀφειλόμεθα παρόντος τοῖς συμβοηθήσασι καὶ Φάσιτος τοῦ κωμογραμματέως, ὧι καὶ ἐπέδειξα ἐπιμαρτυρόμενος καὶ τὰ συμβάντα. oὐκ ἔχων δὲ ὃ ποιήσω διὰ τὸ καὶ σὲ πυνθάνεσθαι ἔκδημον εἶναι καὶ μὴ δύνασθαί με ἐν τῆι δε τῆι κώμηι ὀπτάζεσθαι διὰ τὸ περὶ ἐμὲ ἐπιτήδευμα τῆι κβ τοῦ ἐνεστῶτος μηνὸς …αυ…υταθ…μα…α… καὶ ἐνένκας πρὸ τῆς θύρας τοῦ Βουβαστεῖου ἐχαρισάμην ἀξιῶν εἰσκομίσαι τοὺς σώμφεις οὐ δυνάμενος εἰσελθεῖν. ἵνα οὖν μὴ ἐξ ὑστέρου κακοηθευσαμένων τινῶν συκοφαντῶμαι παρὰ τὸ καλῶς ἔχον, ἀξιῶ σε δεόμενος ἕκαστα τούτων καθυπογραψάμενον τα… κα…υπ…λ… …α…ασ…σ…εου… . τούτου δέ γενομένου τεύξομαι τῆς παρὰ σοῦ ἀντιλήψεως. ἔτους γ Φαρμοῦθι κβ