Ancient Greek
P.Köln 6 262
Documentary Papyri, P.Köln 15 603
Not analysed yet
Μητρόδωρος Ἀπολλωνίωι χαίρειν. ἐπεὶ οὖν νωθρότερον τὰ πρὸς τὸ θ ἔτος ὀφειλήματα εἰσῆκται, γέγραπται δʼ ἡμῖν καταπλεῖν ἐπὶ τὸν διαλογισμόν, ἔν γε τῶι Τῦβι μηνὶ σπούδασ’, ὅπως μηθεν…ατα…ν ἐφελ… ἀλλʼ ἅμα τῶι τὴν δ διελθεῖν πάντ’ ἔσται τὰ χρήματα πεπτωκότα ἐπὶ τὴν τράπεζαν καὶ ἀποκατασταθῆι τῆι ἐχομένηι εἰς Κροκοδίλων πόλιν, ὅπως συλλαλήσαντες ὑμῖν καταπλέωμεν. τούτου γὰρ γενομένου καὶ ὑμῖν ευ …καὶ προθύμως ἀπόδειξιν ποιησαμένων τῆς προσηκούσης τεύξεσθε …ας. ἐν γὰρ τῶι κατὰ μέρος τὰ ὅλα σώιζεσθαι συμβαίνει. vac. ἔρρωσο ἔτους θ ὡς δ’ αἱ πρόσοδοι ἔτους ι Τῦβι κβ …ἔτους ι Τῦβι κη. Μητρόδωρος …παραγενέσθαι …με Απολλωνίωι