Ancient Greek
P.Köln 15 615
Documentary Papyri, P.Köln 15 615
Not analysed yet
…ανος ἀπὸ τῆς αὐτῆς… ὁμολογοῦμεν ἀπέχειν παρὰ σοῦ διὰ Ἡλιοδώρου καὶ Νουμηνίου πρὸς τῇ ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου τραπέζῃ ἀργυρίου δραχμὰς ἑκατὸν κεφαλαίου, ἃς ὁ σημαινόμενος ἡμῶν πατὴρ Ὀννῶφρις εὐχρήστησε σοὶ κατὰ χειρόγραφον διὰ τῆς αὐτῆς τραπέζης γεγονὸς ἐν τοῖς ἔμπροσθεν χρόνοις ὃ φάσκομεν παραπεπτωκέναι μηδὲ ἐγκαλεῖν σοι περὶ μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας ἀλλὰ καὶ ἐπάναγκον διὰ παντὸς παρέξασθαι τὰ ὁμολογηθέντα σοι πάσῃ βεβαιώσει μέχρι τῆς ἐνεστώσης ἡμέρας καὶ ἄκυρον εἶναι ἡμῖν καὶ παντὶ τῷ ἀποδόντι τὸ τοῦ δανείου γραμμάτιον. κυρία ἡ ἀποχή. ἔτους…Αὐτοκράτορος Καίσαρος …