Ancient Greek
100.13 to 100.21
Documentary Papyri, P.Köln 2 100.13-21
Not analysed yet
ἣν ἄλλην ἔχω περὶ τὴν προκειμένην Ὦφιν ἐκ τοῦ Πυρρίου Ἀλλοῦ σὺν τῷ Τρύφωνος ἄρουραν μίαν . ὅσα δʼ ἐὰν ἀπολίπω ἔπιπλα καὶ σκεύη καὶ ἐνδομενείαν καὶ ὀφειλήματα ἔνγραφα καὶ ἄγραφα καὶ ἄλλα πάντα εἶναι Ψενήσιος τοῦ καὶ Εἰσίωνος Πτολεμαίου …μου εὐνοικῶς πρός με διακειμένου καὶ πολλά μοι παρεχομένου, ἐὰν ζῇ, εἰ δὲ μή, τοῦ προγεγραμμένου μου υἱοῦ Πτολεμαίου. ἐὰν δὲ ε…η τῷ αὐτῷ Ψενήσει τῷ καὶ Εἰσίωνι τελευτη… τὴν καρπείαν καὶ τὴν ἐνοίκησιν καὶ τὰ ἐνοίκια τῶν ὑπαρχόντων μοι πάντων μετὰ τὰ ὑπὲρ τῶν ἐδαφῶν δημόσια. καὶ ἀφʼ οὗ ἐὰν ὁ Ψενῆσις ὁ καὶ Εἰσίων τελευτήσῃ ἕξει ἡ θυγάτηρ Βερενίκη μόνη ἐφʼ ὅσον ζῇ τὴν καρπείαν μετὰ τὰ δημόσια καὶ τῆς διατεταγμένης τῷ υἱῷ αὐτῆς Εἰσίωνι ἀρούρης μιᾶς . ἐὰν δὲ καὶ Πτολεμαίῳ καὶ Ἰσιδώρᾳ τῇ καὶ Ἀπολλωναρίῳ συμβῇ ἀτέκνοις τελευτῆσαι, ἔστω ἃ ἐὰν ἀπολίπῃ ἀπὸ τῶν ἐμῶν ἐπὶ μὲν τοῦ Πτολεμαίου ἀμφοτέρων τῶν θυγατέρων Βερενίκης καὶ Ἰσιδώρας τῆς καὶ Ἀπολλωναρίου κοινῶς ἐξ ἴσου, ἐπὶ δὲ τῆς Ἰσιδώρας τῆς καὶ Ἀπολλωναρίου Βερενίκης μενούσης τῷ Ψενήσει τῷ καὶ Εἰσίωνι ἐφʼ ὅσον ζῇ τῆς διατεταγμένης αὐτῷ ὡς πρόκειται καρπείας καὶ ἐνοικήσεως καὶ ἐνοικίων. καὶ μηδενὶ ἐξεῖναι παραβαίνειν τι τῶν ὑπʼ ἐμοῦ διατεταγμένων, τὸν δὲ παραβησόμενον ἀποτίνειν τῷ ἐμμένοντι τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧττον. ἄλλῳ γὰρ οὐδενὶ οὐδὲ ἓν ἐκ τῶν ἐμῶν καταλείπω. ἡ διαθήκη κυρία. Τααρπαῆσις ἡ καὶ Ἰσιδώρα Ἀπολλωνίου τοῦ Ἀπολλωνίου πεποίημαι τὴν διαθήκην καὶ κατλείπω μετὰ τὴν τελευτὴν κληρονόμους τὰ τέκνα μου Πτολεμαῖον καὶ Βερενίκην καὶ Ἰσιδώραν τὴν καὶ Ἀπολλωνάριον, τὸν μὲν Πτολεμαῖον ἀφʼ ὧν ἔχω οἰκοπέδων ἐν Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Νότου Δρόμου οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν κώμῃ Φοβοοῦ ἐν τοῖς ἀπὸ λιβὸς ἐπὶ βορρᾶ μέρεσι ψιλῶν τόπων περιτετειχισμένων καὶ τετάρτου μέρους παραδείσου καὶ τῶν ἐνόντων φοινίκων καὶ φυτῶν καὶ φρέατος ἐξ ὀπτῆς πλίνθου καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν τοῖς κατὰ μέσον μέρεσι τῆς αὐτῆς κώμης πατρικοῦ μου ψιλοῦ τόπου περιτετειχισμένου ἐν ᾧ οἶκος καὶ αὐλὴ καὶ εἰσόδων καὶ ἐξόδων καὶ περὶ τὴν αὐτὴν Φοβοοῦ ἐκ τῆς Ἐτεάρχου παρειμένης ἐν μιᾷ σφραγῖδι σιτικῶν ἀρουρῶν τριῶν τετάρτου ὀγδόου ἑκκαιδεκάτου καὶ ἐκ τοῦ Ἀπολλωνίου Λυκίου ἀρούρης μιᾶς ἡμίσους τετάρτου ὀγδόου δυτριακοστοῦ καὶ περὶ Ὦφιν …ἀρουρῶν …