Ancient Greek
100.30 to 100.40
Documentary Papyri, P.Köln 2 100.30-40
Not analysed yet
μου ἡ σφραγὶς Ἄπιδος. Διονύσιος ὁ καὶ Ἰσίδωρος Κορίνθου μητρὸς Διογενίδος ἀπʼ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν κδ ἄσημος καὶ ἔστι μου ἡ σφραγὶς …. Ἀπολλώνιος Ὥρου τοῦ Ἀπολλωνίου μαρτυρῶ τῇ τῆς ἀνεψιᾶς μου Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν μα οὐλὴ ὀφρύσι ἀμφοτέραις καὶ ἔστι μου ἡ σφραγὶς προτομὴ Ἡφαίστου. Διογένης μητρὸς Ἡραίδος ἀπὸ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν …οὐλὴ …καὶ ἔστιν μου ἡ σφραγὶς προτομὴ Ἄμμωνος. Ἡρακλείδης Ἀπίωνος τοῦ Ἀπίωνος ἀπʼ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν …οὐλὴ …καὶ ἔστι μου ἡ σφραγὶς ἴβιος. …μαρτυρῶ τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν ξ οὐλῆ γαστροκνημίᾳ δεξιᾷ καὶ ἔστι μου ἡ σφραγὶς Ἁρποχράτου. ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου ἐπαγομένων νεομηνίᾳ ἐν κώμῃ Πιμ …διαθήκη Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας Ἀπολλωνίου μητρὸς Τσεναμούνιος ἀπʼ Ὀξυξύγχων πόλεως. Διογένης μητρὸς Ἡραίδος ἀπὸ Ὀξυρύγχων πόλεως ἐπέγνων ἣν ἐπέθηκα σφραγῖδα τῇ ἐνθάδε ἐν καταχωρισμῷ οὔσῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀντίγραφον τὸ προκείμενον καὶ ἐσφράγισα σφραγῖδι ἐχούσῃ γλύμμα προτομὴ Ἄμμωνος. Ἡρακλείδης Ἀπίωνος ἀπʼ Ὀξυρύγχων πόλεως ἐπέγνων ἣν ἐπέθηκα σφραγῖδα τῇ ἐνθάδε ἐν καταχωρισμῷ οὔσῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀντίγραφον τὸ προκείμενον καὶ ἐσφράγισα σφραγῖδι ἐχούσῃ γλύμμα ἴβιος. Θέων Ὀννώφριος ἀπʼ Ὀξυρύγχων πόλεως φίλος Ἀπολλωνίου Ὥρου μαρτυρήσαντος τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ ἐπέγνων ἣν ἐπέθηκε σφραγῖδα τῇ ἐνθάδε ἐν καταχωρισμῷ οὔσῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀντίγραφον τὸ προκείμενον καὶ ἐσφράγισα σφραγῖδι ἐχούσῃ γλύμμα Ἡφαίστου. …χρηματίζων …φίλος Παποντῶτος Ἀβαῦ τοῦ Ἀπολλωνίου μαρτυρήσαντος τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ …αὐτῇ ὄντος ἐπέγνων ἣν ἐπέθηκε σφραγῖδα τῇ ἐνθάδε ἐν καταχωρισμῷ οὔσῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀντίγραφον τὸ προκείμενον καὶ ἐσφράγισα σφραγῖδι ἐχούσῃ γλύμμα Σαράπιδος. παρετέθη ἔτους …Αὐτοκράτορος Καίσαρος …Παχὼν …