Ancient Greek
P.Köln 2 106
Documentary Papyri, P.Köln 2 106
Not analysed yet
Ἀνδρόνεικος Διονυσίῳ τῶι ἀδελφῷ χαίρειν. ἐλθών μοι ὁ ἀδελφὸς τοῦ λαβόντος τὸν χαλκὸν ἠρώτησέ με ὅτι ἔασον με ἄχρι οὗ παραγένηται Διονύσιος, καὶ ὅ τι οὖν ἔσχε μεταβαλεῖ αὐτῷ, ἐὰν καὶ σοὶ ἡδὺ ᾖ. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε.