Ancient Greek
P.Köln 2 109
Documentary Papyri, P.Köln 2 109
Not analysed yet
τοῖς ἀγαπητοῖς ἀδελφοῖς Παταὼρ καὶ Λούττεος ἐν κυρίῳ χαίρειν. πρὸ μὲν πάντων εὔχομαι τὴν ὑγίειαν ὑμῶν παρὰ τῷ κυρίῳ θεῷ. ἀσπάζομαι ὑμᾶς, Ἀβάριν καὶ Πανεισότις καὶ πάντας τοὺς ἀδελφοὺς ὑμῶν, ἀσπάζομαι …ς. ἀσπάζεται ὑμᾶς Πιτίμιος καὶ Ε…ωρος καὶ Παῦλος καὶ Εἰακω. απ…ανεπλω θεοῦ θέλοντος τοῦ καιροῦ τοῦ θερισμοῦ προσδοκῶμεν ὑμᾶς ἔρχεσθαι παρʼ ἡμᾶς. προνοήσασθε μοι ἕνα λέβητα ἐρχόμενοι ἵνα τοῦτον μοι ἐνέγκαικαὶ τὸ ψαλίδιον ἐνέγκαι, ὅτι ἐπροσεφώνησα αὐτὸ τῷ γναφεῖ. ἀσπάζεται ὑμᾶς Πιβήχιος ὁ ἀδελφὸς Παπνουθίου. προνόησαί μοι ἕνα λέβητα εἰς τὴν σύναξιν. ἀσπάζομαι Ἀπίνχιον, Ἐγώτεος καὶ ἄπα Μακάριον, ἀσπάζομαι πάντας τοὺς ἀδελφοὺς ἐν κυρίῳ θεῷ. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. τοῖς ἀγαπητοῖς ἀδελφοῖς Παταὼρ καὶ Λούττεος χαίρειν.