Ancient Greek
P.Köln 2 111
Documentary Papyri, P.Köln 2 111
Not analysed yet
…ὅπως ὑγιαίνων καὶ τῷ α… ἀπολάβῃς τὴν παρʼ ἐμοῦ προσηγορίαν. ε… τὴν σὴν ἁγιωσύνην, οἵας ζημίας η… ἡ ἀμμά, ὅτι πάνυ θλίβομαι· οἱ γὰρ ὀφθαλμοὶ τῶν κακῶν ἀνθρώπων οὐκ ἐῶσιν τινα ἀνανεῦσαι. ὅθεν οὖν παρακαλῶ· εὐχοῦ περὶ ἐμοῦ, ἵνα λοιπὸν ὁ θεὸς καταλλαγῇ καὶ δυνηθῶ ἀπαλλαγῆναι τῶν κακῶν ἀνθρώπων τὰς ἐπιβουλάς. λέγω δέ, ὅτι μοι τοῦτο συνέβη, ἐπειδὴ ου…· ὅθεν δέομαί σου. λοιπὸν καὶ ἂν νῦν εὔχου περὶ ἐμοῦ, ὅτι κακῶς θλίβομαι καὶ τὴν ἁγίαν προσφοράν. μὴ ἀμελήσῃς γράψειν ἡμῖν τὰ περὶ τῆς ὑγιείας σου κα… περὶ ἡμῶν. γνωρίζω δὲ τῇ σῇ θεοσεβείᾳ, ὅτι ἔχουσα ἐν ἑτοίμῳ ὀλίγον τυρίον ἀπέστειλα διὰ …τοῦ καὶ κομίζοντός σοι τόδε τὸ ἐπιστόλιον …καὶ ὀλίγον τράγημα ……τῷ ἀββᾷ Ἡρακλάμμωνι …κ…