Ancient Greek
P.Köln 2 81
Documentary Papyri, P.Köln 2 81
Not analysed yet
βασιλευόντων Κλεοπάτρας θεᾶς Εὐεργέτιδος τῆς καὶ Φιλομήτορος Δικαιοσύνης Νικηφόρου καὶ Πτολεμαίου τοῦ καὶ Ἀλεξάνδρου θεοῦ Φιλομήτορος ἔτους ιγ τοῦ καὶ ι, ἱερατευούσης βασιλίσσης Κλεοπάτρας Θεᾶς Εὐεργέτιδος τῆς καὶ Φιλομήτορος Δικαιοσύνης Νικηφόρου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Νέου Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων, ἱερέως διὰ βίου βασιλίσσης Κλεοπάτρας θεᾶς Εὐεργέτιδος τῆς καὶ Φιλομήτορος Δικαιοσύνης Νικηφόρου Θεοδώρου τοῦ Σελεύκου …ειουστ…υ καὶ ἐξηγητοῦ, ἱερείας βασιλίσσης Κλεοπάτρας θεᾶς Εὐεργέτιδος τῆς καὶ Φιλομήτορος Δικαιοσύνης Νικηφόρου Μνημοσύνης τῆς Νικάνορος, ἱεροῦ πώλου Ἴσιδος μητρὸς θεῶν μεγάλης Δημητρίου τοῦ Θεοδώρου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Ὀλυμπιάδος τῆς Σελεύκου, στεφανηφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Εὐεργέτιδος …