Ancient Greek
P.Köln 2 85
Documentary Papyri, P.Köln 2 85
Not analysed yet
…μένων καρπῶν κυρίῳ χρωμένη ἐπιγραφησομένῳ πρὸς μόνην ταύτην τὴν μίσθωσιν τῶν ἐδαφῶν τῶν περὶ τὴν αὐτὴν …Ἑρμαίσκῳ Σαραπίωνος τοῦ Διονυσίου μητρὸς Ἰσεῖτος ἀπὸ τῆς αὐτῆς Εὐεργέτιδος παρόντι καὶ συντιθεμένῳ ἀξιῶ ἐπιτραπῆναι διαγράψασα τὸ ὑπὲρ τῆσδε τῆς αἰτήσεως τοῦ κυρίου ὀφειλόμενον τέλεσμα ἀκολούθως ᾧ ἐπιφέρω συμβόλῳ. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Ἀουιδίου Κασσίου Σεβαστοῦ Παχὼν α. Λύκαινα Λυκᾶτος ἐπιδέδωκα. Σαραπίων …λίωνος ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης. Ἑρμαίσκος Σαραπίωνος εὐδοκῶ ἐπιγραφησόμενος κύριος τῆς Λυκαίνης ὡς πρόκειται. Ἑρμεῖνος ὁ καὶ Πλουτάμμων …γνωρίζω τὴν Λύκαιναν. σεσημείωμαι. …ι 𐅵δ