Ancient Greek
P.Köln 2 90
Documentary Papyri, P.Köln 2 90
Not analysed yet
μεμέτρηκεν εἰς τὸ δημόσιον πυροῦ γενήματος τοῦ κδ ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου διὰ σιτολόγων Λιβὸς τοπαρχίας Πέλα τόπων Ἱερακίων Ἱερακίωνος θέμα ἀρτάβας τεσσαράκοντα ἑπτὰ ἥμισυ, γίνονται ἀρτάβαι μζ 𐅵. Σαραπίων σεσημείωμαι τὰς τοῦ πυροῦ ἀρτάβας τεσσεράκοντα ἑπτὰ ἥμισυ . Σαραπίων ὁ καὶ Ἀλέξανδρος σεσημείωμαι.