Ancient Greek
P.Köln 3 142
Documentary Papyri, P.Köln 3 142
Not analysed yet
Ἰσιδώρωι στρατηγῷ. Πλούταρχος Διογένους τοῦ Πλουτάρχου μητρὸς Δημητρ… τῆς καὶ Ἡρωίδος ἀπʼ Ὀξυρύγχων πόλεως ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυῶμαι Ἀσκληπιάδην Ἀσκληπιάδου τοῦ Ἀσκληπιάδου μητρὸς Θαισοῦτος ἀπὸ τῆς αὐτῆς πόλεως ἔχοντα παρʼ ἑαυτῷ Ἀσκληπιάδην τὸν καὶ Μῶρον …τοῦ Ἀφροδεισίου, ὃν καὶ παραστήσω σοι ὁπότε ἐὰν ἐπιζητῆται ἀπὸ …ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ μεγίστου Μεχεὶρ ιδ. Πλούταρχος …