Ancient Greek
P.Köln 3 147
Documentary Papyri, P.Köln 3 147
Not analysed yet
……νων πρ…ς… τὴν συνάλλαξιν ἐντὸς τοῦ χρόνου …σὺν τοῖς σκεύεσι ἐπὶ τῶν κατὰ Ἀλεξανδρείαν ὅρμων ἐν μηδενὶ καταβεβλαμμένα πλὴν τριβῆς καὶ σήψεως, πλὴν ἐὰν μή τι βίαιον ἐκ θεοῦ γένηται κατὰ χειμῶνα ἢ πυρὸς ἀπὸ γῆς πάθῃ τὸ πλοῖον ἢ ὑπὸ πολεμίων ἢ λῃστῶν περισπασθῇ ὃ καὶ συμφανὲς καταστήσω. ἐὰν δέ τι τούτων παραβαίνω, ἐκτείσω σοι τά τε βλάβη καὶ ὃ ἐὰν ὀφειλήσω πρὸς τὰ τῶν ναύλων μέρη σὺν ἡμιολίαι καὶ ἄλλας ὡς ἴδιον χρέος ἀργυρίου δραχμὰς πεντακοσίας καὶ ἱερὰς Καίσαρι δραχμὰς διακοσίας χωρὶς τοῦ μένειν κύρια τὰ προγεγραμμένα, τῆς πράξεως σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν ὧν ἐὰν ἐπενέγκω πίστεων πασῶν καὶ πάσης σκέπης. ἐὰν δέ τι παρασυγγραφῶ, ἐξέστω σοι ἐγβάλλοντά με ἐκ τῆς μισθώσεως ἐνχρόνου οὔσης ἑτέρῳ μεταμισθῶσαι καὶ εἰσπράσσειν τὸ ἐσόμενον ἀφεύρεμα παρὰ τὴν ἐξαναμίσθωσιν ὑπὲρ ὧν καὶ ἐν ἡμέραις χρηματιζούσαις πέντε ἀφʼ ἧς ἐάν μοι προείπῃς …τὴν ἀσφάλειαν ἀνυπερθέτως.