Ancient Greek
P.Köln 3 154
Documentary Papyri, P.Köln 3 154
Not analysed yet
……ρ… …ἀπὸ Τακερκεθώθεως πραγματευτὴς χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ καὶ χρεωστεῖν σοι εἰς ἔκτισιν καὶ ἀπόδοσιν χρυσοῦ δοκίμου κεφαλαίου εὔσταθμον νομισμάτιον ἕν, γίνεται χρυσοῦ νομισμάτιον α, καὶ τοῦτο ἑτοίμως ἔχω παρασχεῖν σοι καὶ πληρῶσαι ἐν τῷ εἰσελευσομένῳ μηνὶ Φαῶφι τῆς παρούσης πέμπτης καὶ δεκάτης ἰνδικτίωνος δίχα πάσης ἀντιλογίας καὶ ὑπερθέσεως καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι ταύτην τὴν χειρογραφίαν μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …