Ancient Greek
P.Köln 4 186
Documentary Papyri, P.Köln 4 186
Not analysed yet
…βιαζόμενοι διεδορατίζοντο νεανικώτερον, διὸ καὶ συνέβη ……πολὺ καταβαρῆσαι τοὺς παρʼ ἡμῶν διενέγκαντας ταῖς εὐψυχίαις καὶ ἐντ… ἄνδρας ἀγαθοὺς καὶ τῶν πατρίδων ἀξίους γενομένους κυριεῦσαι τοῦ χάρακος καὶ ……αὐτοὺς ὑφʼ αὑτῶν διὰ τὸ ἐντὸς πάντας ἀπειλῆφθαι καὶ μηδεμίαν ἀναφυγὴν ἔχειν εἰς τάφρους τε καὶ διώρυχας ἐμπίπτοντας καὶ περιπνιγεῖς γινομένους …καὶ …ομένους διαφθείρεσθαι, ὥστʼ εἰ καί τις διαλαθέσθαι βούλοιτο …ὑπὸ τῆς ἡμετέρας ἵππου διὰ τὸ εὐρύχωρον εἶναι εὐμαρῶς συνέβαινεν χειροῦσθαι· ……ν ἐν τούτοις ἐπισήμων, ἄπειρον ἦν ἐξαριθμήσασθαι. πρὸς δὲ τούτοις τῶν ἐντὸς τῆς περιβολῆς Ἁρκοννῆσιν ζῶντα ἐλάβομεν καὶ Εὔφρονα Ἀκώριος τῶν ἐκτὸς ……έντα δʼ εἰς του…ξαγειν καὶ Ἀπολλώνιον τῶν Ἀντιοχείων· καὶ ἄλλους δὲ λαβόντες τῶν ἡγουμένων εἰς ἄνδρας ρκ συνετάξαμεν καταποστεῖλαι ἅμα τοῖς …πλὴν Εὔφρονος διὰ τὰς Ἀκώριος τοῦ πατρὸς χρείας καὶ διὰ τὴν ἀπὸ τῆς ἀρχῆς γεγενημένην ……καὶ ἅμα διὰ τὸ παρὰ σοῦ τὴν ἐξουσίαν ἐσχημέναι ἀπολῦσαι αὐτόν· τοὺς δὲ ……πρὸς παραδειγματισμὸν καὶ ἐπίστασιν, ὅπως μηθεὶς ἐπὶ τοιαῦτα ……ηται ἕτερος, μόνον ταῖς ἀναγκαίαις τροφαῖς καθʼ ὑπερβολὴν τ… …καταλειφθέντες διὰ τὸ τοὺς κατὰ τὴν χώραν πάντας Αἰγυπτίους ἐ…α… …καὶ διὰ τὸ ἀνιᾶσθαι ὑπὸ τοῦ κατὰ νώτου ἐφορμοῦντος στόλου τῶν Πηλουσι ……ποικίλοις καὶ παντοδαποῖς καιροῖς περιτυχόντες εἰς τοὺς ἐσχάτους …καθάπερ δὲ …εν εὐχόμενοι μετὰ τῆς τῶν θεῶν εὐμενείας ……τηστ…μώτατα παραδοῦναι ἐν τῆι ἀρίστηι διαθέσει ……ἡ ἐπιβολὴ τ…γιας μέγιστον οὐδʼ ἀναγκαιότατον ……τεδου…ωκ…ν… πλεονάκις καὶ τῶι ζῆν διακινδυνευ …πεπείσμεθα παραδεδέχθαι. εὐτυχεῖτε …ς ἡμῖν αν…μένης ἁψιμαχίας Ἀριστοκλεῖ τῶν πεζῶν …Φιλίππωι τῶν ἱππέων καὶ ἑκατέρου διὰ τὴν ὀργὴν ὁρμησάντων …καὶ Ἀριστοκλῆν μεταλλάξαι τὸν βίον. διεσάφεις δὲ καὶ τὸν Φίλιππον συνες… …αιε…υν μ…εμιαι ἄλληι παρακολουθεῖς τοῖς πεπραγμένοις ……λην ἀφαπ…μένην… θανάτου μὲν οὐδαμῶς ἄξιός ἐστιν ……τελευτὴν πρὸς φόνον ἐληλυθώς. ταὐτομάτου δὲ τὴν …τ…