Ancient Greek
P.Köln 4 193
Documentary Papyri, P.Köln 4 193
Not analysed yet
…εἰς τὸ ἀπὸ τοῦ νῦν ὑμᾶς κρατεῖν καὶ κυριεύειν καὶ δεσποτεύειν τῶν καθὼς πρόκειται πεπραμένων ὑμῖν ὑφʼ ἡμῶν προδηλωθέντων πραγμάτων, ὧν τὴν νομὴν καὶ τὴν δεσποτείαν ἐντεῦθεν ὑμῖν παραδεδώκαμεν, καὶ τοὺς παρʼ ὑμῶν μεταπαραλημψομένους δεσπόζοντας χρωμένους καὶ οἰκονομοῦντας καὶ διοικοῦντας καὶ ἐπιτελοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀνεμποδίστως βεβαιούντων ἡμῶν τῶν πωλούντων καὶ τῶν παρʼ ἡμῶν ὑμῖν τε τοῖς πριαμένοις καὶ τοῖς παρʼ ὑμῶν πάσῃ βεβαιώσει ἀπὸ παντὸς διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου ἢ ἐκτίσειν ὑμῖν τὴν προκειμένην τιμὴν διπλῆν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ τὰ ἄλλα ἀναλώματα πάντα διπλᾶ καὶ μηδὲν ἧσσον πρὸς τῷ ὑμῖν μένειν τήνδε τὴν πρᾶσιν κυρίαν καὶ βεβαίαν καθότι καὶ ἔστιν, …