Ancient Greek
P.Köln 5 234
Documentary Papyri, P.Köln 5 234
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Θεοδοσίου τὸ ιγ καὶ Οὐαλεντινιανοῦ τὸ γ τῶν αἰωνίων Αὐγούστων Θὼθ γ Φλαουίῳ Ἰωσῆφ πολιτευομένῳ καὶ ῥιπαρίῳ τῆς Ὀξυρυγχιτῶν παρὰ Αὐρηλίου Ἀβρααμίου υἱοῦ Πόσιτος ἀπὸ τῆς αὐτῆς πόλεως. οἱ πεδιοφύλακες κώμης Πανευεί …παρὰ τὴν τούτων αἰτίαν ἐπηρεα… πρὸ τριῶν τούτων ἡμερῶν ἐν νυκτὶ …ἀφηλώσαντες τὴν σιδήρωσιν τὴν …τοὺς ζυγοὺς καὶ τὰς ἐκχυσίας ἀπέβησαν. διὸ ὥστε ἀχθῆναι τοὺς ὑπευθύνους καὶ τὸ ἱκανὸν ἡμῖν ποιηθῆναι καὶ τὴν τῶν κακούργων παράστασιν γενέσθαι τοῖς νόμοις πρὸς ἀπολογίαν, ἀναγκαίως τόνδε τὸν λίβελλον ἐπιδίδωμι τῇ σῇ ἐντρεχείᾳ ἀξιῶν τοὺς ὑπευθύνους ἀνενεχθῆναι καὶ ἐξασφαλισθῆναι, ἄχρις οὗ ἂν ἡ κρίσις …γένηται. Αὐρήλιος Ἀβραὰμ ἐπιδέδωκα. ἐντυχία Αὐρηλίου Ἀβρααμίου Πόσιτος ἀπὸ τῆς Ὀξυρυγχιτῶν κατὰ τῶν πεδιοφυλάκων κώμης Πανευεὶ α… Θὼθ γ.