Ancient Greek
P.Köln 6 263
Documentary Papyri, P.Köln 6 263
Not analysed yet
Ἀπολλώνιος Μητροδώρωι χαίρειν. καὶ πρότερόν σοι τυγχάνω γεγραφὼς περὶ τῶν διαβαινόντων εἰς Μέμφιν ζυτοποιῶν κατὰ τὸ εἰωθός, ὅτι …κωλύονται Νικηράτου συντάξαντος χρησι… καὶ διὰ ταύτην τὴν αἰτίαν προσοφειλήσαντα …τὸν ζυτοποιὸν ἀναχωρῆσαι ἔτι ἐν τῶι Χοιάχ, ὁμοίως δὲ καὶ …στὼ ἡ ἐκλαβοῦσα τὴν ὠνὴν ἐπὶ τῆς πράσεως. περὶ δὲ τούτων μηθέν μοι προσφωνηθέντων καλῶς ἔχειν ὑπέλαβον πάλιν ἀναμνῆσαί σε, ἵνα μὴ καὶ ἐν τῶι ι ἔτει διαφορὰ γίνηται. εἰ δʼ ἄλλως δέδοκται, καθότι καὶ ἐν ἀρχῆι ἠξίωσα, ἐάν σοι φαίνηται, καλῶς ποιήσεις συντάξας τῶι Νικηράτωι προσαναλαβεῖν τὴν ὠνήν. ἔρρωσο. ἔτους ι Τῦβι θ. Μητροδώρωι