Ancient Greek
P.Köln 6 267
Documentary Papyri, P.Köln 6 267
Not analysed yet
Σώστρατος Ἀπολλωνίωι χαίρειν. Φαμοῦνις ὁ ἀποδιδούς σοι τὴν ἐπιστολήν ἐστιν Πτολεμαίου τοῦ παρʼ ἡμῶν ἀδελφός. καλῶς ποιήσεις ἐπαναγκάσαι Τασῶν τὴν Θαμῶτος θυγατέρα τὰ δίκαια αὐτῶι ὑποσχεῖν, περὶ ὧν αὐτῆι ἐγκαλεῖ. ἔρρωσο. Ἀπολλωνίωι