Ancient Greek
P.Köln 9 364
Documentary Papyri, P.Köln 9 364
Not analysed yet
…Κτησίππωι Πτολεμαίωι τοῖς ἐπὶ σκηνῇ πᾶσι χαίρειν. καλῶς ποιεῖς εἰ ἔρρωσαι. ἔρρωμαι δὲ καὶ αὐτός. παραγενηθεὶς πρὸς Ἀνδροτέλην κατέλαβον πάντας ὑγιαίνοντας καὶ Βερενίκην τὴν θυγατέρα τετοκυῖαν θῆλυ καὶ πάντα κατὰ λόγον αὐτῇ γέγονεν. λέγω οὖν, καθάπερ ἠξιώκατε τὴν ταχίστην με ἀγγεῖλαι, ὅπως ἂν τὰ εὐανγγέλια σύ τε καὶ Πτολεμαῖος, ἃ ἐπηγγείλασθε ἐν Ἱερᾶι Νήσωι δώσειν, παρασκευάσατε, ὅπως ἂν ἐλθὼν κομίσωμαι. ἐπιμελοῦ δὲ καὶ Ἀνδροτέλου τοῦ πατρὸς καὶ τοῦτο ποιῶν χαριεῖ μοι. ἔτους ιϛ Ἀρτεμισίου ϛ Κτησίππωι