Ancient Greek
P.Köln 9 366
Documentary Papyri, P.Köln 9 366
Not analysed yet
ὁμολογεῖ Δημήτριος Διονυσίου Μακεδὼν τῶν ……συ…ων στρατιωτῶν Ἀγαθίνωι …Πέρσῃ τῆς ἐπιγονῆς ὡς τὸ συνάλλαγμα ἀπέχειν παρʼ αὐτοῦ χαλκοῦ νομίσματος τάλαντα ἐννέα καὶ τοὺς τόκους ἐκ τούτων, τὸ ἐπιβάλλον αὐτῶι μέρος ὧν ἐδάνεισεν αὐτῷ τε καὶ Θέωνι Θέωνος τοῦ ὀγδόου καὶ τριακοστοῦ ἔτους Τῦβι πέμπτηι διάγων ἐν Ἀλεξανδρείᾳ ἐπὶ τῶν μνημόνων χαλκοῦ ταλάντων δεκαπέντε ,καὶ μηθὲν ἐνκαλεῖν μηδʼ ἐνκαλέσειν μηδὲ ἐπελεύσεσθαι Δημήτριον Ἀγαθίνωι μηδὲ τοῖς παρʼ αὐτοῦ περὶ τοῦ δανείου τῶν δεκαπέντε ταλάντων μηδὲ περὶ μέρους αὐτῶν μηδὲ περὶ τόκων καθʼ ὁντινοῦν τρόπον ἀπʼ ἀλληλεγγύης τοῦ δανείου τὴν δὲ πρᾶξιν εἶναι Δημητρίῳ παρὰ τοῦ Θέωνος τῶν λοιπῶν ταλάντων ἓξ …ολ…. ἐὰν δὲ Δημήτριος παρασυγγραφῶν ἐπέλθῃ ἐπικαλῶν αὐτῷ περὶ τῶν προγεγραμμένων ἢ ἄλλος τις τῶν παρʼ αὐτοῦ, ἡ μὲν ἔφοδος αὐτῷ τε καὶ παντὶ τῷ περὶ τούτου ἐπελθόντι ἄκυρος ἔστω καὶ προσαποτεισάτω Δημήτριος Ἀγαθίνῳ ἐπίτιμον χαλκοῦ νομίσματος τάλαντα εἴκοσι καὶ τὸ βλάβος καὶ εἰς τὸ βασιλικὸν τὸ ἴσον πλῆθος.