Ancient Greek
P.Köln 9 370
Documentary Papyri, P.Köln 9 370
Not analysed yet
Ἄρειος Σαραπίωνι τῶι ἀδελφῶι πλεῖστα χαίρειν καὶ ὑγιαίνειν. ἀφʼ ἧς μου ἀπεσπάσθης σὺν τοῖς θεοῖς πᾶσι καὶ τῆι σῆι τύχηι κομψῶς ἔσχηκα. περὶ δὲ φορτίων, εἰ μετριώτεραι αἱ τιμαὶ γεγόνασιν, ἐν βραχεῖ σημαίνω σοι ἵνα εἰδῇς. ἀσπάζομαι δὲ σὲ καὶ οἱ ἐν οἴκωι πάντες καὶ Θερμοῦθις καὶ τὰ παιδία αὐτῆς …