Ancient Greek
P.Köln Sarapion 2
Documentary Papyri, P.Köln Sarapion 2
Not analysed yet
ἔτoυς κβ Μεχεὶρ ιη. εἰς Χοιὰχ πυρῶν ἀρτάβαι τπθ 𐅵ἔτους κβ Μεχεὶρ ιη. ὁμολογεῖ Ἡρακλείδης ὁ παρὰ …νος τοῦ γραμματέως μεμετρῆσθαι παρὰ Σαραπίωνος τοῦ παρὰ Λυκόφρονος τοῦ σιτολόγου εἰς Χοιὰχ τοῦ αὐτοῦ ἔτους ὥστε τοῖς ἐν Μειθύμει φρουροῖς τὸ γινόμενον μέτρημα πυρῶν ἀρτάβας τριακοσίας ὀγδοήκοντα ἔννεα ἥμισυ μέτρωι ἀνηλωτικῶι, γίνονται πυρῶν ἀρτάβαι τπθ 𐅵,ὑπὲρ ὧν καὶ ἀντισύμβολον ἔχω.