Ancient Greek
P.Köln Sarapion 5
Documentary Papyri, P.Köln Sarapion 5
Not analysed yet
Σαραπίων Ζηνοδώρωι χαίρειν. ὑπὲρ oὗ γεγραφήκην σοι κεραμίου καὶ τοῦ ὄξους, τὸ μὲν τοῦ οἴνου …ἐκομισάμην, τὸ δὲ τοῦ ὄξους γιν… …ονμε. ἐὰν οὖν σοι φαίνηται, σύνταξον τοῖς παρὰ σοῦ δοῦναι αὐτὸ τῶι κομίζοντί σοι τὴν ἐπιστολήν. τοῦτο δὲ ποιήσας, ἔσηι μοι εὐχαριστηκὼς εἰς τὰ μάλιστα, παράπαν δ᾽ ἐπιμελόμενος τοῦ σώματος ὅπως ἂν ὑγιαίνηις καὶ γράψας μοι, ὑπὲρ ὧν ἂν αἱρῆι τῶν καθ᾽ἡμᾶς ὡς ἐσομένων σοι. ἔρρωσο. ἔτους β Ἁθὺρ …ε… ἐπι Ζηνοδώρωι