Ancient Greek
P.Kramer 15
Documentary Papyri, P.Kramer 15
Not analysed yet
…χρόνον διακατέχω λογιζόμενον ἀπὸ τῆς σήμερον ἡμέρας ἥτις ἐστὶν Ἐπεὶφ δευτέρα τῆς παρούσης τρίτης ἰνδικτίονος τὸ διαφέρον σοι ἥμισυ μέρος ἀπὸ ὁλοκλήρου οἰκίας διακειμένης ἐπὶ τῆς Ἑρμουπολιτῶν ἐπʼ ἀμφόδου Πόλεως Ἀπηλιώτου ἐν ῥύμῃ τῆς ἁγίας Εὐφημίας νευούσης εἰς λίβα οἵας ἐστὶν θέσεως μετὰ παντὸς αὐτῆς τοῦ δικαίου πρὸς χρῆσιν ἐμὴν καὶ οἴκησιν καὶ ὁμολογῶ διδόναι σοι λόγῳ ἐνοικίου τούτου κατʼ ἔτος κεράτια τέσσαρα τῆς συναλλαγῆς γίνονται κεράτια δ μόνα ὅπερ ἐνοίκιον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως καὶ μετὰ τὸν χρόνον ταύτης τῆς μισθώσεως παραδώσω σοι τὸ αὐτὸ ἥμισυ μέρος πάσης τῆς αὐτῆς οἰκίας μετὰ παντὸς αὐτῆς τοῦ δικαίου ὡς παρείληφα. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ εἰς πάντα ἐπερωτηθεὶς ὡμολόγησα Ὀννόφρις Πέτρου γεωργὸς ὁ προγεγραμμένος μεμίσθωμαι ὡς πρόκειται. Ἀριστοφάνης Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Λουλοῦς υἱὸς τοῦ μακαρίτου Νοήριος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ παρούσῃ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Θεόδωρος Πανίνου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου διʼ ἐμοῦ Ἰούστου σὺν θεῷ συμβολαιογράφου ἐγράφη